Κρατάτε γερά !


Σε όσους απέμειναν όρθιοι: Καρτερία και Ευψυχία !

Τετάρτη 20 Δεκεμβρίου 2017

Υπάρχει απάντηση, αλλά είναι πικρή...

Κάτι ρωτά ο "majestic" εδώ
(με αφορμή αυτό εδώ).
H απάντηση, σάς το 'χουμε ξαναπή, βρίσκεται εδώ κι εδώ.



ΔΙΑΒΑΖΟΥΜΕ:


ΞΕ. Στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
ΘΕΑΙ. Ὀρθότατα μὲν οὖν.
ΞΕ. Τί δ'; ὅσ' ἂν κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ' ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;
ΘΕΑΙ. Δῆλον ὡς ὑπὸ ἀμετρίας.
ΞΕ. Ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.
ΘΕΑΙ. Σφόδρα γε.
ΞΕ. Τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ' ἀλήθειαν ὁρμωμένης
ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.
ΘΕΑΙ. Πάνυ μὲν οὖν.
ΞΕ. Ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.
ΘΕΑΙ. Ἔοικεν.
ΞΕ. Ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.
ΘΕΑΙ. Ναί.
ΞΕ. Τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.
ΘΕΑΙ. Κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.

Δύο οι κακίες τής ψυχής (οι οποίες, οδηγούν στην παραφροσύνη): Η πονηρία και η άγνοια.
Χειρίστη δε άγνοια, η αμαθία.

τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι


[229c] Ξένος
ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.
Θεαίτητος
ποῖον δή;
Ξένος
τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι: δι' οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.
Θεαίτητος
ἀληθῆ.
Ξένος
καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.
Θεαίτητος
πάνυ γε.

Τα ανωτέρω αποσπάσματα, προέρχονται
από τον Πλατωνικό Διάλογο «Σοφιστής»