Περισσότερα, εδώ κι εδώ.
-----------------------Ξένος
δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.
Θεαίτητος
ποῖα;
[228a] Ξένος
τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ' οἷον αἶσχος ἐγγιγνόμενον.
Θεαίτητος
οὐκ ἔμαθον.
Ξένος
νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;
Θεαίτητος
οὐδ' αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.
Ξένος
πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;
Θεαίτητος
οὐδέν.
Ξένος
ἀλλ' αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;
[228b] Θεαίτητος
οὐδαμῶς ἄλλο.
Ξένος
τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;
Θεαίτητος
καὶ σφόδρα γε.
Ξένος
συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.
Θεαίτητος
πῶς γὰρ οὔ;
Ξένος
στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
Κάντε «κλικ» εδώ. |
ὀρθότατα μὲν οὖν.
[228c] Ξένος
τί δ'; ὅσ' <ἂν> κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθ' ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;
Θεαίτητος
δῆλον ὡς ὑπὸ ἀμετρίας.
Ξένος
ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.
Θεαίτητος
σφόδρα γε.
Ξένος
τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ' ἀλήθειαν ὁρμωμένης [228d] ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.
Θεαίτητος
πάνυ μὲν οὖν.
Κάντε «κλικ» εδώ. |
ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.
Θεαίτητος
ἔοικεν.
Ξένος
ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.
Θεαίτητος
ναί.
Ξένος
τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.
[228e] Θεαίτητος
κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.
...
[229c] Ξένος
ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.
Θεαίτητος
ποῖον δή;
Ξένος
τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι: δι' οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.
Θεαίτητος
ἀληθῆ.
Ξένος
καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.