Τῇ Τετάρτῃ ταύτης τῆς ἑβδομάδος οἱ περὶ τοῦ Τρᾶμπ, τὴν ἐν ταῖς ἀρχαιρεσίαις ἧτταν μὴ δέχεσθαι ἀρνούμενοι καὶ λέγοντες ὅτι οἱ ἐν τέλει (ἆρα τίς νῦν ἐν τῷ τέλει ἐστίν;) τὴν νίκην ἀπ' αὐτῶν κλέψαιεν, συνεβουλεύσαντο τῷ Καπιτωλίῳ ἐπιθέσθαι, τῷ οἰκήματι ὃ σύμβολόν ἐστι τῆς Ἀμερικανῆς δημοκρατίας. ἐκείνῃ δὴ τῇ ἡμέρα ἔδει τοὺς βουλευτὰς τὸν νέον τῶν ΗΑΠ πρόεδρον ἑλέσθαι, ὃ οἱ ἐπιτιθέμενοι, ἤδη τὸ ἐσόμενον ἀποβὰν εἰδότες, κωλύειν ἐπειράσαντο. ὡς μὲν τὸ εἰκός, τοιαύτης συλλογῆς γενησομένης, οἱ φύλακες τὸ οἴκημα ἐκεκυκλώκεσαν φοβούμενοι μὴ οἱ τῷ Τρᾶμπ ἐπικουροῦντες τῇ βίᾳ χρῆσθαι πειρῷεν, οἱ δὲ ἐπιβάλλοντες τοσοῦτοι ἦσαν ὥστε οὐ δυνατὸν εἶναι αὐτοὺς παῦσαι, οΙ δὲ εἰς τὸ Καπιτώλιον εἰσελθόντες ἄνω καὶ κάτω, ἔνθα καὶ ἔνθα περιεπάτουν οὐδενὸς κωλύοντος. τέλος δὲ ἐξῆν τοῖς φύλαξι πάντας ἐκ τοῦ οἰκήματος ἐκβαλεῖν, ἀλλὰ οἱ πλεῖστοι αὐτῶν ἔξω τοῦ οἰκήματος ἔμενον τρεῖς ὥρας ἕως ἡ Ἐθνικὴ Φρουρὰ αὐτοὺς ἀπελθεῖν ἠνάγκασεν. μία μὲν γυνὴ καὶ εἷς φύλαξ μεταξὺ τῆς ἐπιθέσεως γιγνομένης ἀπέθανον, ἔξω δὲ τοῦ οἰκήματος ἄλλοι τρεῖς πολῖται ἀπέθανον.
τέλος δὲ ἐξῆν τοῖς βουλευταῖς τὴν ψηφοφορίαν ποιεῖν καὶ τὸν Βαῖδεν νέον πρόεδρον ἑλέσθαι, ὁ δὲ κατὰ τοὺς νόμους τῇ εἰκοστῇ ἡμέρᾳ, τοῦ Τρᾶμπ ἤδη ἐξελθόντος, εἰς τὴν Λευκὴν Οἰκίαν εἰσεῖσιν.
τί δὲ νῦν γενήσεται; οἱ πλεῖστοι τῶν βουλευτῶν νομίζουσι δεῖν τὸν Τρᾶμπ ἐκ τῆς ἀρχῆς εὐθὺς ἐκβαλεῖν (καὶ εἰ μόνον δέκα ἄλλας ἡμέρας πρόεδρος μένειν δύναται) οὐ μόνον φοβούμενοι μὴ μανικόν τι ποιῇ ἀλλὰ καὶ ἵνα μὴ αὖθις τῷ μέλλοντι πρόεδρος γενέσθαι δύνηται, αὐτὸς γὰρ οὐ μὸνον τοὺς ἐπικουροῦντας ἐπώτρυνέ τε καὶ παρόρμησεν εἰς τὸ τῷ Καπιτολίῳ ἐπιθέσθαι αλλὰ καὶ τῆς ἐπιθέσεως ἤδη γενομένης οὐκ ἐβούλετο τοιαύτην πρᾶξιν ψέγειν.