τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι
[229c] Ξένος
ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.
Θεαίτητος
ποῖον δή;
Ξένος
τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι: δι' οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.
Θεαίτητος
ἀληθῆ.
Ξένος
καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.
Θεαίτητος
πάνυ γε.